Εκτακτο Δελτίο

ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΚΑΡΚΙΝΟΥ

ΧΡΥΣΗ ΑΥΓΗ

ΠΑΡΑΞΕΝΑ

Παρασκευή, 23 Αυγούστου 2013

ΣΙΒΥΛΛΕΣ: Η ΔΗΜΙΟΥΡΓΙΑ ΤΟΥ ΣΥΜΠΑΝΤΟΣ ΑΠΟ ΤΟ ΘΕΟ

Ερευνα / επιμέλεια άρθρου: Dimitris Papadight  - Vagedim
23 Αυγούστου 2013
Οι Σιβυλλικές προφητείες είναι κείμενα από Ελληνίδες γυναίκες που γράφτηκαν από το 2.000 π.Χ έως και το 200 π.Χ και αναφέρονται σε γεγονότα που αφορούν όλες τις εποχές του κοσμού αλλά κυρίως στον Ένα Θεό, όπως θα διαπιστώσετε στο 1 μέρος απο το κείμενο των Σίβυλλων που ακολουθεί.


Ἀρχομένη πρώτης γενεῆς μερόπων ἀνθρώπων ἄχρις ἐπ´ ἐσχατίῃσι προφητεύσω τὰ ἕκαστα, ὁππόσα πρὶν γέγονεν, πόσα δ´ ἐστίν, ὁπόσσα δὲ μέλλει ἔσσεσθαι κόσμῳ διὰ δυσσεβίας ἀνθρώπων.

πρῶτον δὴ κέλεταί με λέγειν θεὸς ὡς ἐγενήθη ἀτρεκέως κόσμος. 
σὺ δέ, ποικίλε θνητέ, πίφασκε νουνεχέως, ἵνα μήποτ´ ἐμῶν ἐφετμῶν ἀμελήσῃς,
ὕψιστον βασιλῆα, ὃς ἔκτισε κόσμον ἅπαντα εἴπας ‚γεινάσθω‛ καὶ ἐγείνατο. 

ἥδρασε γὰρ γῆν Ταρτάρῳ ἀμφιβαλὼν (τα ταρταρα με τα δυο ανοιγμα πανω και κατω) καὶ φῶς γλυκὺ αὐτὸς ἔδωκεν· οὐρανὸν ὕψωσεν, γλαυκὴν δ´ ἥπλωσε θάλασσαν, καὶ πόλον ἐστεφάνωσεν ἅλις πυριλαμπέσιν ἄστροις καὶ γαῖαν κόσμησε φυτοῖς, ποταμοῖσι δὲ πόντον χευάμενος ἐκέρασσε καὶ ἀέρι μῖξεν ἀυτμάς καὶ νέφεα δροσόεντα·

τιθεὶς ἄρα καὶ γένος ἄλλο ἰχθύας ἐν πελάγεσσι καὶ ὄρνεα δῶκεν ἀήταις, ὕλαις δ´ αὖ θῆρας λασιαύχενας ἠδὲ δράκοντας ἑρπυστὰς 〈γαίῃ〉, καὶ πάνθ´ ὅσα νῦν καθορᾶται,αὐτὸς ταῦτ´ ἐποίησε λόγῳ καὶ πάντ´ ἐγενήθη ὦκα καὶ ἀτρεκέως· 

ὅδε γὰρ πέλετ´ αὐτολόχευτος,οὐρανόθεν καθορῶν· ὑπὸ τῷ τετέλεστο δὲ κόσμος.

καὶ τότε δὴ μετέπειτα πλάσεν πάλιν ἔμπνοον ἔργον εἰκόνος ἐξ ἰδίης ἀπομαξάμενος νέον ἄνδρα καλὸν θεσπέσιον, τὸν δὴ κέλετ´ ἐν παραδείσῳ ἀμβροσίῳ ναίειν, ὥς οἱ καλὰ ἔργα μεμήλῃ.
αὐτὰρ ὃ μοῦνος ἐὼν παραδείσου ἐριθηλέι κήπῳ προσλαλιὴν ποθέεσκε καὶ ηὔχετο εἶδος ἀθρῆσαι ἄλλ´ οἷον αὐτὸς ἔχεν. 

τοῦ δὴ θεὸς αὐτὸς ἀπούρας ἐκ λαπάρης ὀστοῦν ἐποιήσατο Εὖαν ἀγητήν.
κουριδίην ἄλοχον, ἣν δὴ πόρεν ἐν παραδείσῳ τούτῳ συνναίειν. ὃ δέ μιν κατιδὼν μέγα θυμῷ θαῦμ´ ἔχεν ἐξαίφνης, κεχαρημένος, οἷον ὁρᾶτο ἀντίτυπον μίμημα· σοφοῖς δ´ ἠμείβετο μύθοις αὐτομάτοις ῥείουσι· θεῷ γὰρ πάντ´ ἐμεμήλει.

οὔτε γὰρ ἀκρασίῃ νόον ἔσκεπον οὔτε μὲν αἰδῶ εἶχον, ἀλλ´ ἦσαν κραδίῃς ἀπάνευθε κακοῖο, χὡς θῆρες βαίνεσκον ἀποσκεπέεσσι μέλεσσιν. 

τοῖσι δὲ καὶ μετέπειτα θεὸς ἐφετμὰς ἀγορεύσας δεῖξεν τοῦ δένδρου μὴ ψαῦσαι· τοὺς δὲ μάλ´ αἰνός ἐξαπάτησεν ὄφις δολίως ἐπὶ μοῖραν ἀπελθεῖν τοῦ θανάτου γνῶσίν τε λαβεῖν ἀγαθοῦ τε κακοῦ τε.

ἀλλὰ γυνὴ πρώτη προδότις γείνατ´ ἐκείνῳ,ἣ δῶκεν, τοῦτον δ´ ἀδαῆ πείθεσκεν ἁμαρτεῖν.
ὃς δὲ γυναικὸς ἔπεσσι πεπεισμένος ἐξελάθεσκεν ἀθανάτου κτίστου, σαφέων δ´ ἀμέλησεν ἐφετμῶν.

τοὔνεκεν ἀντ´ ἀγαθοῖο λάβον κακόν, οἷον ἔπραξαν. καὶ τότε δὴ γλυκερῆς συκῆς πέταλ´ ἀμπείραντες ἐσθῆτας τεῦξαν καὶ ἐπ´ ἀλλήλοισιν ἔθηκαν μήδεά τ´ ἀμφεκάλυψαν, ἐπεί σφισιν ἤιεν αἰδώς.

τοῖσιν δ´ ἀθάνατος κότον ἔνθετο κἄβαλεν ἔξω ἀθανάτων χώρου. τόδε γὰρ τετελεσμένον ἦεν θνητῷ ἐνὶ χώρῳ μεῖναι, ἐπεὶ οὐκ ἐφύλαξαν ἀθανάτου μεγάλοιο θεοῦ λόγον εἰσαΐσαντες.





atheatignosi 

Andromeda5
LeagueOfLegends

Δημοσίευση σχολίου

 
Copyright © 2013 ΑΘΕΑΤΗ ΓΝΩΣΗ
Powered byBlogger