Ερευνα / επιμέλεια άρθρου: Dimitris Papadight - Vagedim
Πηγή: Αθέατη γνώση
24 Αυγούστου 2013
Οι Σιβυλλικές προφητείες είναι κείμενα από Ελληνίδες γυναίκες που γράφτηκαν από το 2.000 π.Χ έως και το 200 π.Χ και αναφέρονται σε γεγονότα που αφορούν όλες τις εποχές του κοσμού αλλά κυρίως στον Ένα Θεό, όπως θα διαπιστώσετε απο το κείμενο των Σίβυλλων που ακολουθεί.
δὴ τότε καὶ μεγάλοιο θεοῦ παῖς ἀνθρώποισιν ἥξει σαρκοφόρος θνητοῖς ὁμοιούμενος ἐν γῇ,τέσσαρα φωνήεντα φέρων, τὸ δ´ ἄφωνον ἐν αὐτῷ δισσόν·
ἐγὼ δέ κέ τοι ἀριθμόν γ´ ὅλον ἐξονομήνω·
ὀκτὼ γὰρ μονάδας, τόσσας δεκάδας δ´ ἐπὶ ταύταις ἠδ´ ἑκατοντάδας ὀκτὼ ἀπιστοκόροις ἀνθρώποις οὔνομα δηλώσει·
σὺ δ´ ἐνὶ φρεσὶ σῇσι νόησον ἀθανάτοιο θεοῦ Χριστὸν παῖδ´ ὑψίστοιο.
αὐτὸς πληρώσει δὲ θεοῦ νόμον, οὐ καταλύσει, ἀντίτυπον μίμημα φέρων, καὶ πάντα διδάξει.
τούτῳ προσκομίσους´ ἱερεῖς χρυσὸν προφέροντες,σμύρναν ἀτὰρ λίβανον· καὶ γὰρ τάδε πάντα ποιήσει.
ἀλλ´ ὁπόταν φωνή τις ἐρημαίης διὰ χώρης ἥξῃ ἀπαγγέλλουσα βροτοῖς καὶ πᾶσι βοήσῃ εὐθείας ἀτραποὺς ποιησέμεν ἠδ´ ἀπορῖψαι ἐκ κραδίης κακίας καὶ ὕδασι φωτίζεσθαι πᾶν δέμας ἀνθρώπων, ἵνα γεννηθέντες ἄνωθεν μηκέτι μηδὲν ὅλως γε παρεκβαίνωσι δικαίων·
τὴν δ´ αὖ βαρβαρόφρων, πεπεδημένος ὀρχηθμοῖσιν,ἐκκόψας δώσει μισθόν· τότε σῆμα βροτοῖσιν ἔσσεται ἐξαίφνης, ὁπόταν πεφυλαγμένος ἥξῃ ἐκ γῆς Αἰγύπτοιο καλὸς λίθος·
ἐν δ´ ἄρα τούτῳ λαὸς προσκόψει Ἑβραίων· ἔθνη δ´ ἀγεροῦνται αὐτοῦ ὑφηγήσει· καὶ γὰρ θεὸν ὑψιμέδοντα γνώσονται διὰ τοῦδε ἀταρπιτὸν ἐν φαῒ κοινῷ.
δείξει γὰρ ζωὴν αἰώνιον ἀνθρώποισιν ἐκλεκτοῖς, ἀνόμοις δὲ τὸ πῦρ αἰῶσιν ἐποίσει.
καὶ τότε δὴ νοσεροὺς ἰήσεται ἠδ´ ἐπιμώμους πάντας, ὅσοι τούτῳ πίστιν ἐνιποιήσονται.
βλέψουσιν δέ τε τυφλοί, ἀτὰρ βαδίσουσί τε χωλοί,κωφοί τ´ εἰσαΐσουσι, λαλήσους´ οὐ λαλέοντες.
δαίμονας ἐξελάσει, νεκρῶν δ´ ἐπανάστασις ἔσται· κύματα πεζεύσει καὶ ἐρημαίῳ ἐνὶ χώρῳ
ἐξ ἄρτων πέντε καὶ ἰχθύος εἰναλίοιο χιλιάδας κορέσει πέντε, τὰ δὲ λείψανα τούτων
δώδεκα πληρώσει κοφίνους εἰς ἐλπίδα λαῶν.
Καὶ τότε δ´ Ἰσραὴλ μεμεθυσμένος οὐχὶ νοήσει, οὐδὲ μὲν αὖθ´ ἀίσει βεβαρημένος οὔασι λεπτοῖς.
ἀλλ´ ὁπόταν Ἑβραίοις ἥξῃ χόλος Ὑψίστοιο οἰστρομανὴς καὶ πίστιν ἀπ´ αὐτῶν ἐξαφελεῖται,
οὐρανίου ὅτι παῖδα θεοῦ διεδηλήσαντο, καὶ τότε δὴ κολάφους καὶ πτύσματα φαρμακόεντα
Ἰσραὴλ δώσει μυσαροῖς ἐνὶ χείλεσι τούτῳ.
εἰς δὲ τὸ βρῶμα χολὴν καὶ εἰς ποτὸν ὄξος ἄκρατον δυσσεβέως δώσουσι κακῷ βεβολημένοι οἴστρῳ στήθεα καὶ κραδίην, ἀτὰρ ὄμμασιν οὐκ ἐσορῶντες τυφλότεροι σπαλάκων, φοβερώτεροι ἑρπυστήρων θηρῶν ἰοβόλων, βαρέι πεπεδημένοι ὕπνῳ.
ἀλλ´ ὅταν ἐκπετάσῃ χεῖρας καὶ πάντα μετρήσῃ καὶ στέφανον φορέσῃ τὸν ἀκάνθινον ἠδέ τε πλευράν νύξωσιν καλάμοισιν, ὅτου χάριν ἐν τρισὶν ὥραις νὺξ ἔσται σκοτόεσσα πελώριος ἤματι μέσσῳ καὶ τότε δὴ ναὸς Σολομώνιος ἀνθρώποισιν σῆμα μέγ´ ἐκελέσει, ὁπόταν Ἀιδωνέος οἶκον βήσεται ἀγγέλλων ἐπαναστασίην τεθνεῶσιν.
αὐτὰρ ἐπὴν ἔλθῃ τρισὶν ἤμασιν ἐς φάος αὖτις καὶ δείξῃ θνητοῖσι τύπον καὶ πάντα διδάξῃ,
ἐν νεφέλαις ἐπιβὰς εἰς οὐρανοῦ οἶκον ὁδεύσει καλλείψας κόσμῳ εὐαγγελίης διάθημα.
τοῦ καὶ ἐπωνυμίῃ βλαστὸς νέος ἀνθήσειεν ἐξ ἐθνῶν Μεγάλοιο νόμῳ καθοδηγηθέντων.
ἀλλά γε καὶ μετὰ ταῦτα σοφοὶ καθοδηγοὶ ἔσονται, καὶ τότε δὴ παῦσις ἔσται μετέπειτα προφητῶν.
atheatignosi
Δημοσίευση σχολίου